TLG 0318 001 :: AGATHON :: Fragmenta

AGATHON Trag.
(5 B.C.)

Fragmenta

Source: Snell, B. (ed.), Tragicorum Graecorum fragmenta, vol. 1. Göttingen: Vandenhoeck & Ruprecht, 1971: 161–168.

frr. 1–9, 11–15, 16a, 18–32, 34

Citation: Fragment — (line)

1

(tit)

ΑΕΡΟΠΗ
1εἰσῇσαν

2

(tit)

ΑΛΚΜΕΩΝ
1ἀθέμιστοι μοῦσαι

2a

(tit)

ΑΝΘΟΣ vel pot. ΑΝΘΕΥΣ161

3

(tit)

ΘΥΕΣΤΗΣ
1κόμας ἐκειράμεσθα μάρτυρας τρυφῆς, ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος, Κούρητες εἶναι, κουρίμου χάριν τριχός

3a

(tit)

ΜΥΣΟΙ

4

(tit)

ΤΗΛΕΦΟΣ
1γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος·
ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο, Σκυθικῷ τε τόξῳ 〈τὸ〉 τρίτον ἦν προσεμφερές· ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος·162
5ἐφ’ ἑνός τε κανόνος ἦσαν {ἐζυγωμένοι} 〈–×–〉 δύο· ὅπερ δὲ τὸ τρίτον, ἦν {καὶ} τελευταῖον πάλιν

t,5-34?

INCERTARUM FABULARUM FRAGMENTA

5

μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται, ἀγένητα ποιεῖν ἅσς’ ἂν ᾖ πεπραγμένα

6

τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην

7

φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι θανεῖν ἐρῶσιν

8

καὶ μὴν τὰ μέν γε χρὴ τέχνῃ πράσσειν, τὰ δέ
ἡμῖν ἀνάγκῃ καὶ τύχῃ προσγίγνεται163

9

τάχ’ ἄν τις εἰκὸς αὐτὸ τοῦτ’ εἶναι λέγοι, βροτοῖσι πολλὰ τυγχάνειν οὐκ εἰκότα

11

τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα, τὸ δ’ ἔργον ὡς πάρεργον ἐκπονούμεθα

12

εἰ μὲν φράσω τἀληθές, οὐχί ς’ εὐφρανῶ· εἰ δ’ εὐφρανῶ τί ς’, οὐχὶ τἀληθὲς φράσω

13

ἀπολεῖς μ’ ἐρωτῶν καὶ σὺ χὠ νέος τρόπος
ἐν οὐ πρέποντι τοῖς λόγοισι χρώμενος164

14

×– γυνή το〈ι〉 σώμα〈τοσ〉 δι’ ἀργίαν ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ

15

ἐκφέρετε πεύκας φωσφόρους

16a

ἀλλ’ οὐκ ἄμαρτυς ἡ χάρις δοθήσεται

18

οὐ πώποτ’ ἠξίωσα †χρήσασθαι τρόποις†165

19?

σοφὸν λέγουσι τὸν χρόνον πεφυκέναι

20

οὐ τῇ φρονήσει, τῇ τύχῃ δ’ ἐσφάλμεθα

21

ἰδίας ὁδοὺς ζητοῦσι φιλόπονοι φύσεις

22

ἀδικεῖν νομίζων ὄψιν αἰδοῦμαι φίλων

23

ὄλοιθ’ ὁ τοῖς ἔχουσι τἀγαθὰ φθονῶν

24

οὐκ ἦν ἂν ἀνθρώποισιν ἐν βίῳ φθόνος,
εἰ πάντες ἦμεν ἐξ ἴσου πεφυκότες166

25

σοφίας φθονῆσαι μᾶλλον ἢ πλούτου καλόν

26

νέων γὰρ ἀνδρῶν πολλὰ κάμπτονται φρένες

27

γνώμη δὲ κρεῖσσόν ἐστιν ἢ ῥώμη χερῶν

28

ὡς ἡδὺ τῷ φύσαντι πείθεσθαι τέκνα

29

ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετ’ ἀνθρώποις ἐρᾶν

30?

ἀντεύφρασμα

31?

ὕβριν ἢ 〈Κύ〉πριν
†μισθῷ ποθὲν ἢ μόχθον πατρίδων†167

32?

Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου 〈⏑–〉

34?

τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασιν168